Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.46 Dem. 44.49 (English) >>Dem. 44.52

44.48πῶς ἂν οὖν εἴησαν κατὰ τὴν διαμαρτυρίαν υἱεῖς ἔτι τινὲς τῷ Ἀρχιάδῃ, οἱ μὲν εἰσποιηθέντες ὁμολογοῦνται ἐπανεληλυθέναι, δʼ ἐγκαταλειφθεὶς τελευταῖος ἄπαις τετελεύτηκεν; οὐκοῦν ἀνάγκη τὸν οἶκον ἔρημον εἶναι. ὁπότε δὲ ἔρημος οἶκος, οὐκ ἂν εἴησαν υἱεῖς ἔτι ἐκείνῳ γνήσιοι. οὑτοσὶ τοίνυν διαμεμαρτύρηκεν τοὺς οὐκ ὄντας εἶναι, καὶ γέγραφεν ἐν τῇ διαμαρτυρίᾳὄντων παίδων”, ἕνα φάσκων αὑτὸν εἶναι. 44.49ἀλλὰ μὴνγνησίωνγʼ ὅταν λέγῃ καὶκυρίως κατὰ τὸν θεσμόν”, παρακρούεται παρὰ τοὺς νόμους. τὸ μὲν γὰρ γνήσιόν ἐστιν, ὅταν γόνῳ γεγονός· καὶ νόμος ταῦτα μαρτυρεῖ λέγων, “ἣν ἂν ἐγγυήσῃ πατὴρ ἀδελφὸς πάππος, ἐκ ταύτης εἶναι παῖδας γνησίους.” τὸ δὲκυρίωςκατὰ τῶν ποιήσεων νομοθέτης ἔλαβεν, ὑπολαμβάνων δεῖν, ὅταν τις ὢν ἄπαις καὶ κύριος τῶν ἑαυτοῦ ποιήσηται υἱόν, ταῦτα κύρια εἶναι. οὗτος τοίνυν γόνῳ μὲν οὐδένα φησὶν Ἀρχιάδῃ γενέσθαι υἱόν, διαμεμαρτύρηται δὲγνησίων ὄντων”, ἐναντίαν τῷ πράγματι τὴν διαμαρτυρίαν ποιησάμενος. 44.50ποιητὸς δὲ ὁμολογῶν εἶναι, φαίνεται οὐκ εἰσποιηθεὶς ὑπὸ τοῦ τετελευτηκότος αὐτοῦ, ὥστε πῶς ἔτι σοι κύρια ταῦτʼ ἂν εἴη κατὰ τὸν θεσμόν; ὅτι νὴ Δία ἐγγέγραπται Ἀρχιάδῃ υἱός. ὑπό γε τουτωνὶ πρῴην βιασαμένων, ἤδη τῆς τοῦ κλήρου διαδικασίας ἐνεστηκυίας· οὐ δὴ δίκαιον ἐν τεκμηρίῳ ποιεῖσθαι τἀδίκημα.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.46 Dem. 44.49 (English) >>Dem. 44.52

Powered by PhiloLogic